Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.167 Joseph. AJ 16.172 (English) >>Joseph. AJ 16.176

16.170ἐνέτυχόν μοι νῦν, ὡς ὑπό τινων συκοφαντῶν ἐπηρεαζόμενοι καὶ ὡς ἐν προφάσει τελῶν μὴ ὀφειλομένων κωλύοιντο· οἷς ἀποκαθιστάνειν κατὰ μηδένα τρόπον ἐνοχλουμένοις, καὶ εἴ τινων ἱερὰ χρήματα ἀφῄρηνται τῶν πόλεων τοὺς εἰς ταῦτα ἀποκεκριμένους καὶ ταῦτα διορθώσασθαι τοῖς ἐκεῖ Ἰουδαίοις κελεύω.” 16.171

Γάιος Νωρβανὸς Φλάκκος ἀνθύπατος Σαρδιανῶν ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν κελεύων μὴ κωλύεσθαι τοὺς Ἰουδαίους ὅσα ἂν ὦσιν κατὰ τὸ πάτριον αὐτοῖς ἔθος συναγαγόντες χρήματα ἀναπέμπειν εἰς Ἱεροσόλυμα. ἔγραψα οὖν ὑμῖν, ἵνʼ εἰδῆτε, ὅτι Καῖσαρ κἀγὼ οὕτως θέλομεν γίνεσθαι.” 16.172

Οὐδὲν ἧττον καὶ Ἰούλιος Ἀντώνιος ἀνθύπατος ἔγραψενἘφεσίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν τῇ Ἀσίᾳ κατοικοῦντες Ἰουδαῖοι εἰδοῖς Φεβρουαρίοις δικαιοδοτοῦντί μοι ἐν Ἐφέσῳ ὑπέδειξαν Καίσαρα τὸν Σεβαστὸν καὶ Ἀγρίππαν συγκεχωρηκέναι αὐτοῖς χρῆσθαι τοῖς ἰδίοις νόμοις καὶ ἔθεσιν, ἀπαρχάς τε, ἃς ἕκαστος αὐτῶν ἐκ τῆς ἰδίας προαιρέσεως εὐσεβείας ἕνεκα τῆς πρὸς τὸ θεῖον ἀνακομιδῆς συμπορευομένους ποιεῖν ἀνεμποδίστως. 16.173ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.167 Joseph. AJ 16.172 (English) >>Joseph. AJ 16.176

Powered by PhiloLogic